Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.177 Joseph. AJ 11.181 (English) >>Joseph. AJ 11.186

11.179καὶ ταύτην ὑπέμεινε τὴν ταλαιπωρίαν ἐπὶ ἔτη δύο καὶ μῆνας τέσσαρας· ἐν τούτῳ γὰρ τῷ χρόνῳ τοῖς Ἱεροσολύμοις ἀνῳκοδομήθη τὸ τεῖχος, ὀγδόῳ καὶ εἰκοστῷ τῆς Ξέρξου βασιλείας ἔτει μηνὶ ἐνάτῳ. 11.180τέλος δὲ τῶν τειχῶν λαβόντων Νεεμίας καὶ τὸ πλῆθος ἔθυσαν τῷ θεῷ ὑπὲρ τῆς τούτων οἰκοδομίας καὶ διῆγον ἐφʼ ἡμέρας ὀκτὼ εὐωχούμενοι. τὰ μὲν οὖν ἔθνη τὰ ἐν τῇ Συρίᾳ κατῳκημένα τῆς τῶν τειχῶν οἰκοδομίας πέρας ἔχειν ἀκουσθείσης ἐδυσφόρει. 11.181Νεεμίας δὲ τὴν πόλιν ὁρῶν ὀλιγανθρωπουμένην τοὺς ἱερεῖς τε καὶ Λευίτας παρεκάλεσεν τὴν χώραν ἐκλιπόντας μετελθεῖν εἰς τὴν πόλιν καὶ μένειν ἐν αὐτῇ κατασκευάσας τὰς οἰκίας αὐτοῖς ἐκ τῶν ἰδίων ἀναλωμάτων· 11.182τόν τε γεωργοῦντα λαὸν τὰς δεκάτας τῶν καρπῶν ἐκέλευσε φέρειν εἰς Ἱεροσόλυμα, ἵνα τρέφεσθαι διηνεκῶς ἔχοντες οἱ ἱερεῖς καὶ Λευῖται μὴ καταλείπωσι τὴν θρησκείαν. καὶ οἱ μὲν ἡδέως ὑπήκουσαν οἷς Νεεμίας διετάξατο, πολυανθρωποτέραν δὲ τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν οὕτως συνέβη γενέσθαι. 11.183πολλὰ δὲ καὶ ἄλλα καλὰ καὶ ἐπαίνων ἄξια φιλοτιμησάμενος Νεεμίας ἐτελεύτησεν εἰς γῆρας ἀφικόμενος. ἀνὴρ δὲ ἐγένετο χρηστὸς τὴν φύσιν καὶ δίκαιος καὶ περὶ τοὺς ὁμοεθνεῖς φιλοτιμότατος, μνημεῖον αἰώνιον αὐτῷ καταλιπὼν τὰ τῶν Ἱεροσολύμων τείχη. ταῦτα μὲν οὖν ἐπὶ Ξέρξου βασιλέως ἐγένετο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.177 Joseph. AJ 11.181 (English) >>Joseph. AJ 11.186

Powered by PhiloLogic